Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Πρόλογος

Στρεψιάδησ

ἰοὺ ἰού:

ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον:

ἀπέραντον. οὐδέποθ' ἡμέρα γενήσεται;

καὶ μὴν πάλαι γ' ἀλεκτρυόνος ἤκουσ' ἐγώ:

οἱ δ' οἰκέται ῥέγκουσιν: ἀλλ' οὐκ ἂν πρὸ τοῦ.

ἀπόλοιο δῆτ' ὦ πόλεμε πολλῶν οὕνεκα,

ὅτ' οὐδὲ κολάσ' ἔξεστί μοι τοὺς οἰκέτας.

ἀλλ' οὐδ' ὁ χρηστὸς οὑτοσὶ νεανίασ

ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται

ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.

ἀλλ' εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.

ἀλλ' οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενοσ

ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν

διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων

ἱππάζεταί τε καὶ ξυνωρικεύεται

ὀνειροπολεῖ θ' ἵππους: ἐγὼ δ' ἀπόλλυμαι

ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας:

οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον,

κἄκφερε τὸ γραμματεῖον, ἵν' ἀναγνῶ λαβὼν

ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.

φέρ' ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.

τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;

ὅτ' ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,

εἴθ' ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.

Φειδιππίδησ

Φίλων ἀδικεῖς: ἔλαυνε τὸν σαυτοῦ δρόμον.

Στρεψιάδησ

τοῦτ' ἔστι τουτὶ τὸ κακὸν ὅ μ' ἀπολώλεκεν:

ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.

Φειδιππίδησ

πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;

Στρεψιάδησ

ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ' ἐλαύνεις δρόμους.

ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;

τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.

Φειδιππίδησ

ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

Στρεψιάδησ

ἀλλ' ὦ μέλ' ἐξήλικας ἐμέ γ' ἐκ τῶν ἐμῶν,

ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου

ἐνεχυράσεσθαί φασιν.

Φειδιππίδησ

ἐτεὸν ὦ πάτερ

τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ' ὅλην;

Στρεψιάδησ

δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.

Φειδιππίδησ

ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.

Στρεψιάδησ

σὺ δ' οὖν κάθευδε: τὰ δὲ χρέα ταῦτ' ἴσθ' ὅτι

ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. φεῦ.

εἴθ' ὤφελ' ἡ προμνήστρι' ἀπολέσθαι κακῶς,

ἥτις με γῆμ' ἐπῆρε τὴν σὴν μητέρα:

ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίοσ

εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,

βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.

ἔπειτ' ἔγημα Μεγακλέους τοῦ Μεγακλέουσ

ἀδελφιδῆν ἄγροικος ὣν ἐξ ἄστεως,

σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.

ταύτην ὅτ' ἐγάμουν, συγκατεκλινόμην ἐγὼ

ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,

ἡ δ' αὖ μύρου κρόκου καταγλωττισμάτων,

δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.

οὐ μὴν ἐρῶ γ' ὡς ἀργὸς ἦν, ἀλλ' ἐσπάθα.

ἐγὼ δ' ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ

πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.

Θεράπων

ἔλαιον ἡμῖν οὐκ ἔνεστ' ἐν τῷ λύχνῳ.

Στρεψιάδησ

οἴμοι: τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;

δεῦρ' ἔλθ' ἵνα κλάῃς.

Θεράπων

διὰ τί δῆτα κλαύσομαι;

Στρεψιάδησ

ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.

μετὰ ταῦθ', ὅπως νῷν ἐγένεθ' υἱὸς οὑτοσί,

ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,

περὶ τοὐνόματος δὴ 'ντεῦθεν ἐλοιδορούμεθα:

ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,

Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην,

ἐγὼ δὲ τοῦ πάππου 'τιθέμην Φειδωνίδην.

τέως μὲν οὖν ἐκρινόμεθ': εἶτα τῷ χρόνῳ

κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.

τοῦτον τὸν υἱὸν λαμβάνουσ' ἐκορίζετο,

«ὅταν σὺ μέγας ὣν ἅρμ' ἐλαύνῃς πρὸς πόλιν,

ὥσπερ Μεγακλέης, ξυστίδ' ἔχων.» ἐγὼ δ' ἔφην,

«ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,

ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.»

ἀλλ' οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,

ἀλλ' ἵππερόν μου κατέχεεν τῶν χρημάτων.

νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ

μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,

ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.

ἀλλ' ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.

πῶς δῆτ' ἂν ἥδιστ' αὐτὸν ἐπεγείραιμι; πῶς;

Φειδιππίδη Φειδιππίδιον.

Φειδιππίδησ

τί ὦ πάτερ;

Στρεψιάδησ

κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

Φειδιππίδησ

ἰδού. τί ἔστιν;

Στρεψιάδησ

εἰπέ μοι, φιλεῖς ἐμέ;

Φειδιππίδησ

νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.

Στρεψιάδησ

μὴ 'μοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον:

οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.

ἀλλ' εἴπερ ἐκ τῆς καρδίας μ' ὄντως φιλεῖς,

ὦ παῖ πιθοῦ.

Φειδιππίδησ

τί οὖν πίθωμαι δῆτά σοι;

Στρεψιάδησ

ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,

καὶ μάνθαν' ἐλθὼν ἃν ἐγὼ παραινέσω.

Φειδιππίδησ

λέγε δή, τί κελεύεις;

Στρεψιάδησ

καί τι πείσει;

Φειδιππίδησ

πείσομαι

νὴ τὸν Διόνυσον.

Στρεψιάδησ

δεῦρό νυν ἀπόβλεπε.

ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;

Φειδιππίδησ

ὁρῶ. τί οὖν τοῦτ' ἐστὶν ἐτεὸν ὦ πάτερ;

Στρεψιάδησ

ψυχῶν σοφῶν τοῦτ' ἐστὶ φροντιστήριον.

ἐνταῦθ' ἐνοικοῦσ' ἄνδρες, οἳ τὸν οὐρανὸν

λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,

κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ' ἄνθρακες.

οὗτοι διδάσκουσ', ἀργύριον ἤν τις διδῷ,

λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.

Φειδιππίδησ

εἰσὶν δὲ τίνες;

Στρεψιάδησ

οὐκ οἶδ' ἀκριβῶς τοὔνομα:

μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.

Φειδιππίδησ

αἰβοῖ πονηροί γ', οἶδα. τοὺς ἀλαζόνασ

τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,

ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.

Στρεψιάδησ

ἢ ἢ σιώπα: μηδὲν εἴπῃς νήπιον.

ἀλλ' εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,

τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.

Φειδιππίδησ

οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι

τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.

Στρεψιάδησ

ἴθ' ἀντιβολῶ σ' ὦ φίλτατ' ἀνθρώπων ἐμοὶ

ἐλθὼν διδάσκου.

Φειδιππίδησ

καὶ τί σοι μαθήσομαι;

Στρεψιάδησ

εἶναι παρ' αὐτοῖς φασιν ἄμφω τὼ λόγω,

τὸν κρείττον', ὅστις ἐστί, καὶ τὸν ἥττονα.

τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,

νικᾶν λέγοντά φασι τἀδικώτερα.

ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,

ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν

οὐκ ἂν ἀποδοίην οὐδ' ἂν ὀβολὸν οὐδενί.

Φειδιππίδησ

οὐκ ἂν πιθοίμην: οὐ γὰρ ἂν τλαίην ἰδεῖν

τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.

Στρεψιάδησ

οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ' ἐμῶν ἔδει,

οὔτ' αὐτὸς οὔθ' ὁ ζύγιος οὔθ' ὁ σαμφόρας:

ἀλλ' ἐξελῶ σ' ἐς κόρακας ἐκ τῆς οἰκίας.

Φειδιππίδησ

ἀλλ' οὐ περιόψεταί μ' ὁ θεῖος Μεγακλέησ

ἄνιππον. ἀλλ' εἴσειμι, σοῦ δ' οὐ φροντιῶ.

Στρεψιάδησ

ἀλλ' οὐδ' ἐγὼ μέντοι πεσών γε κείσομαι,

ἀλλ' εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι

αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.

πῶς οὖν γέρων ὣν κἀπιλήσμων καὶ βραδὺσ

λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;

ἰτητέον. τί ταῦτ' ἔχων στραγγεύομαι,

ἀλλ' οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.

Μαθητήσ

βάλλ' ἐς κόρακας: τίς ἐσθ' ὁ κόψας τὴν θύραν;

Στρεψιάδησ

Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.

Μαθητήσ

ἀμαθής γε νὴ Δί' ὅστις οὑτωσὶ σφόδρα

ἀπεριμερίμνως τὴν θύραν λελάκτικασ

καὶ φροντίδ' ἐξήμβλωκας ἐξηυρημένην.

Στρεψιάδησ

σύγγνωθί μοι: τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.

ἀλλ' εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.

Μαθητήσ

ἀλλ' οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.

Στρεψιάδησ

λέγε νυν ἐμοὶ θαρρῶν: ἐγὼ γὰρ οὑτοσὶ

ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.

Μαθητήσ

λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.

ἀνήρετ' ἄρτι Χαιρεφῶντα Σωκράτησ

ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας:

δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν

ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.

Στρεψιάδησ

πῶς δῆτα διεμέτρησε;

Μαθητήσ

δεξιώτατα.

κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν

ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,

κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.

ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.

Στρεψιάδησ

ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.

Μαθητήσ

τί δῆτ' ἂν ἕτερον εἰ πύθοιο Σωκράτουσ

φρόντισμα;

Στρεψιάδησ

ποῖον; ἀντιβολῶ κάτειπέ μοι.

Μαθητήσ

ἀνήρετ' αὐτὸν Χαιρεφῶν ὁ Σφήττιοσ

ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδασ

κατὰ τὸ στόμ' ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.

Στρεψιάδησ

τί δῆτ' ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;

Μαθητήσ

ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδοσ

στενόν: διὰ λεπτοῦ δ' ὄντος αὐτοῦ τὴν πνοὴν

βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου:

ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον

τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.

Στρεψιάδησ

σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.

ὦ τρισμακάριος τοῦ διεντερεύματος.

ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην

ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.

Μαθητήσ

πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη

ὑπ' ἀσκαλαβώτου.

Στρεψιάδησ

τίνα τρόπον; κάτειπέ μοι.

Μαθητήσ

ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺσ

καὶ τὰς περιφορὰς εἶτ' ἄνω κεχηνότοσ

ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.

Στρεψιάδησ

ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.

Μαθητήσ

ἐχθὲς δέ γ' ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.

Στρεψιάδησ

εἶεν: τί οὖν πρὸς τἄλφιτ' ἐπαλαμήσατο;

Μαθητήσ

κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν

κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν

ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.

Στρεψιάδησ

τί δῆτ' ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;

ἄνοιγ' ἄνοιγ' ἀνύσας τὸ φροντιστήριον,

καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.

μαθητιῶ γάρ: ἀλλ' ἄνοιγε τὴν θύραν.

ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;

Μαθητήσ

τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;

Στρεψιάδησ

τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.

ἀτὰρ τί ποτ' ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;

Μαθητήσ

ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.

Στρεψιάδησ

βολβοὺς ἄρα

ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε:

ἐγὼ γὰρ οἶδ' ἵν' εἰσὶ μεγάλοι καὶ καλοί.

τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ' ἐγκεκυφότες;

Μαθητήσ

οὗτοι δ' ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.

Στρεψιάδησ

τί δῆθ' ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;

Μαθητήσ

αὐτὸς καθ' αὑτὸν ἀστρονομεῖν διδάσκεται.

ἀλλ' εἴσιθ', ἵνα μὴ 'κεῖνος ὑμῖν ἐπιτύχῃ.

Στρεψιάδησ

μήπω γε μήπω γ': ἀλλ' ἐπιμεινάντων, ἵνα

αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.

Μαθητήσ

ἀλλ' οὐχ οἷόν τ' αὐτοῖσι πρὸς τὸν ἀέρα

ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.

Στρεψιάδησ

πρὸς τῶν θεῶν τί γὰρ τάδ' ἐστίν; εἰπέ μοι.

Μαθητήσ

ἀστρονομία μὲν αὑτηί.

Στρεψιάδησ

τουτὶ δὲ τί;

Μαθητήσ

γεωμετρία.

Στρεψιάδησ

τοῦτ' οὖν τί ἐστι χρήσιμον;

Μαθητήσ

γῆν ἀναμετρῆσαι.

Στρεψιάδησ

πότερα τὴν κληρουχικήν;

Μαθητήσ

οὔκ, ἀλλὰ τὴν σύμπασαν.

Στρεψιάδησ

ἀστεῖον λέγεις.

τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.

Μαθητήσ

αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;

αἵδε μὲν Ἀθῆναι.

Στρεψιάδησ

τί σὺ λέγεις; οὐ πείθομαι,

ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.

Μαθητήσ

ὡς τοῦτ' ἀληθῶς Ἀττικὸν τὸ χωρίον.

Στρεψιάδησ

καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;

Μαθητήσ

ἐνταῦθ' ἔνεισιν. ἡ δέ γ' Εὔβοἰ, ὡς ὁρᾷς,

ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.

Στρεψιάδησ

οἶδ': ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.

ἀλλ' ἡ Λακεδαίμων ποῦ 'σθ';

Μαθητήσ

ὅπου 'στίν; αὑτηί.

Στρεψιάδησ

ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,

ταύτην ἀφ' ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.

Μαθητήσ

ἀλλ' οὐχ οἷόν τε.

Στρεψιάδησ

νὴ Δί' οἰμώξεσθ' ἄρα.

φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;

Μαθητήσ

αὐτός.

Στρεψιάδησ

τίς αὐτός;

Μαθητήσ

Σωκράτης.

Στρεψιάδησ

ὦ Σώκρατες.

ἴθ' οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.

Μαθητήσ

αὐτὸς μὲν οὖν σὺ κάλεσον: οὐ γάρ μοι σχολή.

Στρεψιάδησ

ὦ Σώκρατες,

ὦ Σωκρατίδιον.

Σωκράτησ

τί με καλεῖς ὦφήμερε;

Στρεψιάδησ

πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.

Σωκράτησ

ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

Στρεψιάδησ

ἔπειτ' ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,

ἀλλ' οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;

Σωκράτησ

οὐ γὰρ ἄν ποτε

ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,

εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα

λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.

εἰ δ' ὣν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,

οὐκ ἄν ποθ' ηὗρον: οὐ γὰρ ἀλλ' ἡ γῆ βίᾳ

ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.

πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.

Στρεψιάδησ

τί φῄς;

ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ' ἐς τὰ κάρδαμα;

ἴθι νυν κατάβηθ' ὦ Σωκρατίδιον ὡς ἐμέ,

ἵνα με διδάξῃς ὧνπερ οὕνεκ' ἐλήλυθα.

Σωκράτησ

ἦλθες δὲ κατὰ τί;

Στρεψιάδησ

βουλόμενος μαθεῖν λέγειν.

ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων

ἄγομαι φέρομαι, τὰ χρήματ' ἐνεχυράζομαι.

Σωκράτησ

πόθεν δ' ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;

Στρεψιάδησ

νόσος μ' ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.

ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,

τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δ' ὅντιν' ἂν

πράττῃ μ' ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.

Σωκράτησ

ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ

ἡμῖν νόμισμ' οὐκ ἔστι.

Στρεψιάδησ

τῷ γὰρ ὄμνυτ'; ἢ

σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;

Σωκράτησ

βούλει τὰ θεῖα πράγματ' εἰδέναι σαφῶσ

ἅττ' ἐστὶν ὀρθῶς;

Στρεψιάδησ

νὴ Δί' εἴπερ ἔστι γε.

Σωκράτησ

καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,

ταῖς ἡμετέραισι δαίμοσιν;

Στρεψιάδησ

μάλιστά γε.

Σωκράτησ

κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.

Στρεψιάδησ

ἰδοὺ κάθημαι.

Σωκράτησ

τουτονὶ τοίνυν λαβὲ

τὸν στέφανον.

Στρεψιάδησ

ἐπὶ τί στέφανον; οἴμοι Σώκρατεσ

ὥσπερ με τὸν Ἀθάμανθ' ὅπως μὴ θύσετε.

Σωκράτησ

οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένουσ

ἡμεῖς ποιοῦμεν.

Στρεψιάδησ

εἶτα δὴ τί κερδανῶ;

Σωκράτησ

λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.

ἀλλ' ἔχ' ἀτρεμί.

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.