Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Ἐπεισόδιον

Σωκράτησ

μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα

οὐκ εἶδον οὕτως ἄνδρ' ἄγροικον οὐδένα

οὐδ' ἄπορον οὐδὲ σκαιὸν οὐδ' ἐπιλήσμονα:

ὅστις σκαλαθυρμάτι' ἄττα μικρὰ μανθάνων

ταῦτ' ἐπιλέλησται πρὶν μαθεῖν: ὅμως γε μὴν

αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.

ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;

Στρεψιάδησ

ἀλλ' οὐκ ἐῶσί μ' ἐξενεγκεῖν οἱ κόρεις.

Σωκράτησ

ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.

Στρεψιάδησ

ἰδού.

Σωκράτησ

ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν

ὧν οὐκ ἐδιδάχθης πώποτ' οὐδέν; εἰπέ μοι.

πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;

Στρεψιάδησ

περὶ τῶν μέτρων ἔγωγ': ἔναγχος γάρ ποτε

ὑπ' ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.

Σωκράτησ

οὐ τοῦτ' ἐρωτῶ σ', ἀλλ' ὅ τι κάλλιστον μέτρον

ἡγεῖ: πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;

Στρεψιάδησ

ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.

Σωκράτησ

οὐδὲν λέγεις ὦνθρωπε.

Στρεψιάδησ

περίδου νυν ἐμοί,

εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.

Σωκράτησ

ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.

ταχύ γ' ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.

Στρεψιάδησ

τί δέ μ' ὠφελήσουσ' οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;

Σωκράτησ

πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,

ἐπαί+ονθ' ὁποῖός ἐστι τῶν ῥυθμῶν

κατ' ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.

Στρεψιάδησ

κατὰ δάκτυλον; νὴ τὸν Δί', ἀλλ' οἶδ'.

Σωκράτησ

εἰπὲ δή.

Στρεψιάδησ

τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;

πρὸ τοῦ μέν, ἔτ' ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.

Σωκράτησ

ἀγρεῖος εἶ καὶ σκαιός.

Στρεψιάδησ

οὐ γὰρ ᾠζυρὲ

τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.

Σωκράτησ

τί δαί;

Στρεψιάδησ

ἐκεῖν' ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.

Σωκράτησ

ἀλλ' ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,

τῶν τετραπόδων ἅττ' ἐστὶν ὀρθῶς ἄρρενα.

Στρεψιάδησ

ἀλλ' οἶδ' ἔγωγε τἄρρεν', εἰ μὴ μαίνομαι:

κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.

Σωκράτησ

ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖσ

ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.

Στρεψιάδησ

πῶς δὴ φέρ';

Σωκράτησ

ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.

Στρεψιάδησ

νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;

Σωκράτησ

ἀλεκτρύαιναν, τὸν δ' ἕτερον ἀλέκτορα.

Στρεψιάδησ

ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα:

ὥστ' ἀντὶ τούτου τοῦ διδάγματος μόνου

διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.

Σωκράτησ

ἰδοὺ μάλ' αὖθις τοῦθ' ἕτερον: τὴν κάρδοπον

ἄρρενα καλεῖς θήλειαν οὖσαν.

Στρεψιάδησ

τῷ τρόπῳ

ἄρρενα καλῶ 'γὼ κάρδοπον;

Σωκράτησ

μάλιστά γε,

ὥσπερ γε καὶ Κλεώνυμον.

Στρεψιάδησ

πῶς δή; φράσον.

Σωκράτησ

ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.

Στρεψιάδησ

ἀλλ' ὦγάθ' οὐδ' ἦν κάρδοπος Κλεωνύμῳ,

ἀλλ' ἐν θυείᾳ στρογγύλῃ γ' ἂν ἐμάττετο.

ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;

Σωκράτησ

ὅπως;

τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.

Στρεψιάδησ

τὴν καρδόπην θήλειαν;

Σωκράτησ

ὀρθῶς γὰρ λέγεις.

Στρεψιάδησ

ἐκεῖνο δ' ἦν ἄν, καρδόπη, Κλεωνύμη.

Σωκράτησ

ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,

ἅττ' ἄρρεν' ἐστίν, ἅττα δ' αὐτῶν θήλεα.

Στρεψιάδησ

ἀλλ' οἶδ' ἔγωγ' ἃ θήλε' ἐστίν.

Σωκράτησ

εἰπὲ δή.

Στρεψιάδησ

Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.

Σωκράτησ

ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;

Στρεψιάδησ

μυρία.

Φιλόξενος Μελησίας Ἀμυνίας.

Σωκράτησ

ἀλλ' ὦ πόνηρε ταῦτά γ' ἐστ' οὐκ ἄρρενα.

Στρεψιάδησ

οὐκ ἄρρεν' ὑμῖν ἐστιν;

Σωκράτησ

οὐδαμῶς γ', ἐπεὶ

πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;

Στρεψιάδησ

ὅπως ἄν; ὡδί, δεῦρο δεῦρ' Ἀμυνία.

Σωκράτησ

ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.

Στρεψιάδησ

οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;

ἀτὰρ τί ταῦθ' ἃ πάντες ἴσμεν μανθάνω;

Σωκράτησ

οὐδὲν μὰ Δί' ἀλλὰ κατακλινεὶς δευρὶ —

Στρεψιάδησ

τί δρῶ;

Σωκράτησ

ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.

Στρεψιάδησ

μὴ δῆθ' ἱκετεύω σ' ἐνγεταῦθ': ἀλλ' εἴ γε χρή,

χαμαί μ' ἔασον αὐτὰ ταῦτ' ἐκφροντίσαι.

Σωκράτησ

οὐκ ἔστι παρὰ ταῦτ' ἄλλα.

Στρεψιάδησ

κακοδαίμων ἐγώ,

οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.

Χορόσ

φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν

στρόβει πυκνώσας.

ταχὺς δ', ὅταν εἰς ἄπορον πέσῃς,

ἐπ' ἄλλο πήδα

νόημα φρενός: ὕπνος δ' ἀπέστω γλυκύθυμος ὀμμάτων.

Στρεψιάδησ

ἀτταταῖ ἀτταταῖ.

Χορόσ

τί πάσχεις; τί κάμνεις;

Στρεψιάδησ

ἀπόλλυμαι δείλαιος: ἐκ τοῦ σκίμποδοσ

δάκνουσί μ' ἐξέρποντες οἱ Κορίνθιοι,

καὶ τὰς πλευρὰς δαρδάπτουσιν

καὶ τὴν ψυχὴν ἐκπίνουσιν

καὶ τοὺς ὄρχεις ἐξέλκουσιν

καὶ τὸν πρωκτὸν διορύττουσιν,

καί μ' ἀπολοῦσιν.

Χορόσ

μή νυν βαρέως ἄλγει λίαν.

Στρεψιάδησ

καὶ πῶς; ὅτε μου

φροῦδα τὰ χρήματα, φρούδη χροιά,

φρούδη ψυχή, φρούδη δ' ἐμβάς:

καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖσ

φρουρᾶς ᾄδων

ὀλίγου φροῦδος γεγένημαι.

Σωκράτησ

οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;

Στρεψιάδησ

ἐγώ;

νὴ τὸν Ποσειδῶ.

Σωκράτησ

καὶ τί δῆτ' ἐφρόντισας;

Στρεψιάδησ

ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.

Σωκράτησ

ἀπολεῖ κάκιστ'.

Στρεψιάδησ

ἀλλ' ὦγάθ' ἀπόλωλ' ἀρτίως.

Σωκράτησ

οὐ μαλθακιστέ' ἀλλὰ περικαλυπτέα.

ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸσ

κἀπαιόλημ'.

Στρεψιάδησ

οἴμοι τίς ἂν δῆτ' ἐπιβάλοι

ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;

Σωκράτησ

φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.

οὗτος καθεύδεις;

Στρεψιάδησ

μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

Σωκράτησ

ἔχεις τι;

Στρεψιάδησ

μὰ Δί' οὐ δῆτ' ἔγωγ'.

Σωκράτησ

οὐδὲν

πάνυ;

Στρεψιάδησ

οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.

Σωκράτησ

οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;

Στρεψιάδησ

περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.

Σωκράτησ

αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.

Στρεψιάδησ

ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,

περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.

Σωκράτησ

ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα

λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,

ὀρθῶς διαιρῶν καὶ σκοπῶν.

Στρεψιάδησ

οἴμοι τάλας.

Σωκράτησ

ἔχ' ἀτρέμα: κἂν ἀπορῇς τι τῶν νοημάτων,

ἀφεὶς ἄπελθε, κατὰ τὴν γνώμην πάλιν

κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.

Στρεψιάδησ

ὦ Σωκρατίδιον φίλτατον.

Σωκράτησ

τί ὦ γέρον;

Στρεψιάδησ

ἔχω τόκου γνώμην ἀποστερητικήν.

Σωκράτησ

ἐπίδειξον αὐτήν.

Στρεψιάδησ

εἰπὲ δή νύν μοι —

Σωκράτησ

τὸ τί;

Στρεψιάδησ

γυναῖκα φαρμακίδ' εἰ πριάμενος Θετταλὴν

καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ

αὐτὴν καθείρξαιμ' ἐς λοφεῖον στρογγύλον,

ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —

Σωκράτησ

τί δῆτα τοῦτ' ἂν ὠφελήσειέν σ';

Στρεψιάδησ

ὅ τι;

εἰ μηκέτ' ἀνατέλλοι σελήνη μηδαμοῦ,

οὐκ ἂν ἀποδοίην τοὺς τόκους.

Σωκράτησ

ὁτιὴ τί δή;

Στρεψιάδησ

ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.

Σωκράτησ

εὖ γ': ἀλλ' ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.

εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,

ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.

Στρεψιάδησ

ὅπως; ὅπως; οὐκ οἶδ': ἀτὰρ ζητητέον.

Σωκράτησ

μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,

ἀλλ' ἀποχάλα τὴν φροντίδ' ἐς τὸν ἀέρα

λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.

Στρεψιάδησ

ηὕρηκ' ἀφάνισιν τῆς δίκης σοφωτάτην,

ὥστ' αὐτὸν ὁμολογεῖν σ' ἐμοί.

Σωκράτησ

ποίαν τινά;

Στρεψιάδησ

ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον

ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,

ἀφ' ἧς τὸ πῦρ ἅπτουσι;

Σωκράτησ

τὴν ὕαλον λέγεις;

Στρεψιάδησ

ἔγωγε. φέρε τί δῆτ' ἄν, εἰ ταύτην λαβών,

ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,

ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον

τὰ γράμματ' ἐκτήξαιμι τῆς ἐμῆς δίκης;

Σωκράτησ

σοφῶς γε νὴ τὰς Χάριτας.

Στρεψιάδησ

οἴμ' ὡς ἥδομαι

ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.

Σωκράτησ

ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.

Στρεψιάδησ

τὸ τί;

Σωκράτησ

ὅπως ἀποστρέψαι' ἂν ἀντιδικῶν δίκην

μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.

Στρεψιάδησ

φαυλότατα καὶ ῥᾷστ'.

Σωκράτησ

εἰπὲ δή.

Στρεψιάδησ

καὶ δὴ λέγω.

εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,

πρὶν τὴν ἐμὴν καλεῖσθ', ἀπαγξαίμην τρέχων.

Σωκράτησ

οὐδὲν λέγεις.

Στρεψιάδησ

νὴ τοὺς θεοὺς ἔγωγ', ἐπεὶ

οὐδεὶς κατ' ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.

Σωκράτησ

ὑθλεῖς: ἄπερρ', οὐκ ἂν διδάξαιμ' ἄν σ' ἔτι.

Στρεψιάδησ

ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.

Σωκράτησ

ἀλλ' εὐθὺς ἐπιλήθει σύ γ' ἅττ' ἂν καὶ μάθῃς:

ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.

Στρεψιάδησ

φέρ' ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;

τίς ἦν ἐν ᾗ 'ματτόμεθα μέντοι τἄλφιτα;

οἴμοι τίς ἦν;

Σωκράτησ

οὐκ ἐς κόρακας ἀποφθερεῖ,

ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;

Στρεψιάδησ

οἴμοι τί οὖν δῆθ' ὁ κακοδαίμων πείσομαι;

ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.

ἀλλ' ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.

Χορόσ

ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν,

εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος,

πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.

Στρεψιάδησ

ἀλλ' ἔστ' ἔμοιγ' υἱὸς καλός τε κἀγαθός:

ἀλλ' οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;

Χορόσ

σὺ δ' ἐπιτρέπεις;

Στρεψιάδησ

εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,

κἄστ' ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας.

ἀτὰρ μέτειμί γ' αὐτόν: ἢν δὲ μὴ 'θέλῃ,

οὐκ ἔσθ' ὅπως οὐκ ἐξελῶ κ' τῆς οἰκίας.

ἀλλ' ἐπανάμεινόν μ' ὀλίγον εἰσελθὼν χρόνον.

Χορόσ

ἀ=ρ' αἰσθάνει πλεῖστα δι' ἡμᾶς ἀγάθ' αὐτίχ' ἕξων

μόνας θεῶν; ὡσ

ἕτοιμος ὅδ' ἐστὶν ἅπαντα δρᾶν

ὅσ' ἂν κελεύῃς.

σὺ δ' ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου

γνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι,

ταχέως: φιλεῖ γάρ πως τὰ τοιαῦθ' ἑτέρᾳ τρέπεσθαι.

Στρεψιάδησ

οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ' ἐνταυθοῖ μενεῖς:

ἀλλ' ἔσθι' ἐλθὼν τοὺς Μεγακλέους κίονας.

Φειδιππίδησ

ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ;

οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον.

Στρεψιάδησ

ἰδού γ' ἰδού, Δί' Ὀλύμπιον: τῆς μωρίας,

τὸν Δία νομίζειν ὄντα τηλικουτονί.

Φειδιππίδησ

τί δὲ τοῦτ' ἐγέλασας ἐτεόν;

Στρεψιάδησ

ἐνθυμούμενοσ

ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιι+κά.

ὅμως γε μὴν πρόσελθ', ἵν' εἰδῇς πλείονα,

καί σοι φράσω τι πρᾶγμ' ὃ μαθὼν ἀνὴρ ἔσει.

ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.

Φειδιππίδησ

ἰδού: τί ἔστιν;

Στρεψιάδησ

ὤμοσας νυνὶ Δία.

Φειδιππίδησ

ἔγωγ'.

Στρεψιάδησ

ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;

οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς.

Φειδιππίδησ

ἀλλὰ τίς;

Στρεψιάδησ

Δῖνος βασιλεύει τὸν Δί' ἐξεληλακώς.

Φειδιππίδησ

αἰβοῖ τί ληρεῖς;

Στρεψιάδησ

ἴσθι τοῦθ' οὕτως ἔχον.

Φειδιππίδησ

τίς φησι ταῦτα;

Στρεψιάδησ

Σωκράτης ὁ Μήλιοσ

καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.

Φειδιππίδησ

σὺ δ' ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθασ

ὥστ' ἀνδράσιν πείθει χολῶσιν;

Στρεψιάδησ

εὐστόμει

καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺσ

καὶ νοῦν ἔχοντας: ὧν ὑπὸ τῆς φειδωλίασ

ἀπεκείρατ' οὐδεὶς πώποτ' οὐδ' ἠλείψατο,

οὐδ' ἐς βαλανεῖον ἦλθε λουσόμενος: σὺ δὲ

ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.

ἀλλ' ὡς τάχιστ' ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.

Φειδιππίδησ

τί δ' ἂν παρ' ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;

Στρεψιάδησ

ἄληθες; ὅσαπερ ἔστ' ἐν ἀνθρώποις σοφά:

γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.

ἀλλ' ἐπανάμεινόν μ' ὀλίγον ἐνταυθοῖ χρόνον.

Φειδιππίδησ

οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;

πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,

ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;

Στρεψιάδησ

φέρ' ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.

Φειδιππίδησ

ἀλεκτρυόνα.

Στρεψιάδησ

καλῶς γε. ταυτηνὶ δὲ τί;

Φειδιππίδησ

ἀλεκτρυόν'.

Στρεψιάδησ

ἄμφω ταὐτό; καταγέλαστος εἶ.

μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν

ἀλεκτρύαιναν τουτονὶ δ' ἀλέκτορα.

Φειδιππίδησ

ἀλεκτρύαιναν; ταῦτ' ἔμαθες τὰ δεξιὰ

εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;

Στρεψιάδησ

χἄτερά γε πόλλ': ἀλλ' ὅ τι μάθοιμ' ἑκάστοτε,

ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.

Φειδιππίδησ

διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;

Στρεψιάδησ

ἀλλ' οὐκ ἀπολώλεκ', ἀλλὰ καταπεφρόντικα.

Φειδιππίδησ

τὰς δ' ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;

Στρεψιάδησ

ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.

ἀλλ' ἴθι βάδιζ', ἴωμεν: εἶτα τῷ πατρὶ

πιθόμενος ἐξάμαρτε: κἀγώ τοί ποτε,

οἶδ', ἑξέτει σοι τραυλίσαντι πιθόμενος,

ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,

τούτου 'πριάμην σοι Διασίοις ἁμαξίδα.

Φειδιππίδησ

ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ' ἀχθέσει.

Στρεψιάδησ

εὖ γ' ὅτι ἐπείσθης. δεῦρο δεῦρ' ὦ Σώκρατες,

ἔξελθ': ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ

ἄκοντ' ἀναπείσας.

Σωκράτησ

νηπύτιος γάρ ἐστ' ἔτι,

καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.

Φειδιππίδησ

αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.

Στρεψιάδησ

οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;

Σωκράτησ

ἰδοὺ κρέμαι', ὡς ἠλίθιον ἐφθέγξατο

καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.

πῶς ἂν μάθοι ποθ' οὗτος ἀπόφυξιν δίκησ

ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;

καίτοι γε ταλάντου τοῦτ' ἔμαθεν Ὑπέρβολος.

Στρεψιάδησ

ἀμέλει δίδασκε: θυμόσοφός ἐστιν φύσει:

εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ

ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ' ἔγλυφεν,

ἁμαξίδας τε σκυτίνας ἠργάζετο,

κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.

ὅπως δ' ἐκείνω τὼ λόγω μαθήσεται,

τὸν κρείττον' ὅστις ἐστὶ καὶ τὸν ἥττονα,

ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα:

ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.

Σωκράτησ

αὐτὸς μαθήσεται παρ' αὐτοῖν τοῖν λόγοιν.

ἐγὼ δ' ἀπέσομαι.

Στρεψιάδησ

τοῦτό νυν μέμνησ', ὅπωσ

πρὸς πάντα τὰ δίκαι' ἀντιλέγειν δυνήσεται.

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.