Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Ἐπεισόδιον

Στρεψιάδησ

ταυτὶ δι' ὑμᾶς ὦ Νεθέλαι πέπονθ' ἐγώ,

ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.

Χορόσ

αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,

στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.

Στρεψιάδησ

τί δῆτα ταῦτ' οὔ μοι τότ' ἠγορεύετε,

ἀλλ' ἄνδρ' ἄγροικον καὶ γέροντ' ἐπῄρετε;

Χορόσ

ἡμεῖς ποιοῦμεν ταῦθ' ἑκάστοθ' ὅταν τινὰ

γνῶμεν πονηρῶν ὄντ' ἐραστὴν πραγμάτων,

ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,

ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.

Στρεψιάδησ

ὤμοι πονηρά γ' ὦ Νεφέλαι, δίκαια δέ.

οὐ γάρ μ' ἐχρῆν τὰ χρήμαθ' ἁδανεισάμην

ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε

τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη

ἀπολεῖς μετ' ἐμοῦ 'λθών, οἳ σὲ κἄμ' ἐξηπάτων.

Φειδιππίδησ

ἀλλ' οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.

Στρεψιάδησ

ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.

Φειδιππίδησ

ἰδού γε Δία πατρῷον: ὡς ἀρχαῖος εἶ.

Ζεὺς γάρ τις ἔστιν;

Στρεψιάδησ

ἔστιν.

Φειδιππίδησ

οὐκ ἔστ', οὔκ, ἐπεὶ

Δῖνος βασιλεύει τὸν Δί' ἐξεληλακώς.

Στρεψιάδησ

οὐκ ἐξελήλακ', ἀλλ' ἐγὼ τοῦτ' ᾠόμην

διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιοσ

ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.

Φειδιππίδησ

ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.

Στρεψιάδησ

οἴμοι παρανοίας: ὡς ἐμαινόμην ἄρα,

ὅτ' ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.

ἀλλ' ὦ φίλ' Ἑρμῆ μηδαμῶς θύμαινέ μοι

μηδέ μ' ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε

ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ:

καί μοι γενοῦ ξύμβουλος, εἴτ' αὐτοὺς γραφὴν

διωκάθω γραψάμενος εἴθ' ὅ τι σοι δοκεῖ.

ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,

ἀλλ' ὡς τάχιστ' ἐμπιμπράναι τὴν οἰκίαν

τῶν ἀδολεσχῶν. δεῦρο δεῦρ' ὦ Ξανθία,

κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,

κἄπειτ' ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον

τὸ τέγος κατάσκαπτ', εἰ φιλεῖς τὸν δεσπότην,

ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν:

ἐμοὶ δὲ δᾷδ' ἐνεγκάτω τις ἡμμένην,

κἀγώ τιν' αὐτῶν τήμερον δοῦναι δίκην

ἐμοὶ ποιήσω, κεἰ σφόδρ' εἴσ' ἀλαζόνες.

Μαθητής Α

ἰοὺ ἰού.

Στρεψιάδησ

σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.

Μαθητής Α

ἄνθρωπε, τί ποιεῖς;

Στρεψιάδησ

ὅ τι ποιῶ; τί δ' ἄλλο γ' ἢ

διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;

Μαθητής Β

οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;

Στρεψιάδησ

ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.

Μαθητής Γ

ἀπολεῖς ἀπολεῖς.

Στρεψιάδησ

τοῦτ' αὐτὸ γὰρ καὶ βούλομαι,

ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,

ἢ 'γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.

Σωκράτησ

οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;

Στρεψιάδησ

ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

Σωκράτησ

οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.

Χαιρεφῶν

ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.

Στρεψιάδησ

τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,

καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;

Ερμῆσ

δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,

μάλιστα δ' εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.