F.W. Hall and W.M. Geldart, Ed.
Νεφέλαι
Χορός
Χορόσ
οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων: ὁ γὰρ
γέρων ὅδ' ἐρασθεὶσ
ἀποστερῆσαι βούλεται
τὰ χρήμαθ' ἁδανείσατο:
κοὐκ ἔσθ' ὅπως οὐ τήμερον
λήψεταί τι πρᾶγμ', ὃ τοῦτον
ποιήσει τὸν σοφιστὴν
ἀνθ' ὧν πανουργεῖν ἤρξατ', ἐξαίφνης λαβεῖν κακόν τι.
Χορόσ
οἶμαι γὰρ αὐτὸν αὐτίχ' εὑρήσειν ὅπερ
πάλαι ποτ' †ἐπεζήτει†
εἶναι τὸν υἱὸν δεινόν οἱ
γνώμας ἐναντίας λέγειν
τοῖσιν δικαίοις, ὥστε νικᾶν
ἅπαντας οἷσπερ ἂν
ξυγγένηται, κἂν λέγῃ παμπόνηρ'.
ἴσως δ' ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι.
Source:
Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.