Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Χορός

Στρεψιάδησ

χαίρετε τοίνυν ὦ δέσποιναι: καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,

οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.

Χορόσ

χαῖρ' ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,

σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις:

οὐ γὰρ ἂν ἄλλῳ γ' ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν

πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,

ὅτι βρενθύει τ' ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,

κἀνυπόδητος κακὰ πόλλ' ἀνέχει κἀφ' ἡμῖν σεμνοπροσωπεῖς.

Στρεψιάδησ

ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.

Σωκράτησ

αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ' ἐστὶ φλύαρος.

Στρεψιάδησ

ὁ Ζεὺς δ' ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;

Σωκράτησ

ποῖος Ζεύς; οὐ μὴ ληρήσεις: οὐδ' ἔστι Ζεύς.

Στρεψιάδησ

τί λέγεις σύ;

ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγ' ἀπόφηναι πρῶτον ἁπάντων.

Σωκράτησ

αὗται δήπου: μεγάλοις δέ σ' ἐγὼ σημείοις αὐτὸ διδάξω.

φέρε ποῦ γὰρ πώποτ' ἄνευ Νεφελῶν ὕοντ' ἤδη τεθέασαι;

καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ' ἀποδημεῖν.

Στρεψιάδησ

νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας:

καίτοι πρότερον τὸν Δί' ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.

ἀλλ' ὅστις ὁ βροντῶν ἐστι φράσον: τοῦτό με ποιεῖ τετρεμαίνειν.

Σωκράτησ

αὗται βροντῶσι κυλινδόμεναι.

Στρεψιάδησ

τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν;

Σωκράτησ

ὅταν ἐμπλησθῶσ' ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,

κατακρημνάμεναι πλήρεις ὄμβρου δι' ἀνάγκην, εἶτα βαρεῖαι

εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.

Στρεψιάδησ

ὁ δ' ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;

Σωκράτησ

ἥκιστ' ἀλλ' αἰθέριος Δῖνος.

Στρεψιάδησ

Δῖνος; τουτί μ' ἐλελήθειν,

ὁ Ζεὺς οὐκ ὤν, ἀλλ' ἀντ' αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.

ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ' ἐδίδαξας.

Σωκράτησ

οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ

ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;

Στρεψιάδησ

φέρε τουτὶ τῷ χρὴ πιστεύειν;

Σωκράτησ

ἀπὸ σαυτοῦ 'γώ σε διδάξω.

ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ' ἐταράχθησ

τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;

Στρεψιάδησ

νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γ' εὐθύς μοι, καὶ τετάρακται

χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν:

ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτ' ἐπάγει παπαπαππάξ,

χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.

Σωκράτησ

σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας:

τὸν δ' Ἀέρα τόνδ' ὄντ' ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;

Στρεψιάδησ

ταῦτ' ἄρα καὶ τὠνόματ' ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.

ἀλλ' ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,

καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;

τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησ' ἐπὶ τοὺς ἐπιόρκους.

Σωκράτησ

καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,

εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ' οὐχὶ Σίμων' ἐνέπρησεν

οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γ' εἴσ' ἐπίορκοι:

ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων

καὶ τὰς δρῦς τὰς μεγάλας: τί μαθών; οὐ γὰρ δὴ δρῦς γ' ἐπιορκεῖ.

Στρεψιάδησ

οὐκ οἶδ': ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθ' ὁ κεραυνός;

Σωκράτησ

ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,

ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ' ὑπ' ἀνάγκησ

ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,

ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.

Στρεψιάδησ

νὴ Δί' ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν

ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτ' οὐκ ἔσχων ἀμελήσας:

ἡ δ' ἄρ' ἐφυσᾶτ', εἶτ' ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ

τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.

Χορόσ

ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ' ἡμῶν,

ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς *(/ελλησι γενήσει,

εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν

ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθ' ἑστὼς μήτε βαδίζων,

μήτε ῥιγῶν ἄχθει λίαν μήτ' ἀριστᾶν ἐπιθυμεῖς,

οἴνου τ' ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,

καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,

νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.

Στρεψιάδησ

ἀλλ' οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνησ

καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,

ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ' ἄν.

Σωκράτησ

ἄλλο τι δῆτ' οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,

τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;

Στρεψιάδησ

οὐδ' ἂν διαλεχθείην γ' ἀτεχνῶς τοῖς ἄλλοις οὐδ' ἂν ἀπαντῶν:

οὐδ' ἂν θύσαιμ', οὐδ' ἂν σπείσαιμ', οὐδ' ἐπιθείην λιβανωτόν.

Χορόσ

λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεισ

ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.

Στρεψιάδησ

ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,

τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.

Χορόσ

ἀλλ' ἔσται σοι τοῦτο παρ' ἡμῶν: ὥστε τὸ λοιπόν γ' ἀπὸ τουδὶ

ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.

Στρεψιάδησ

μὴ 'μοί γε λέγειν γνώμας μεγάλας: οὐ γὰρ τούτων ἐπιθυμῶ,

ἀλλ' ὅσ' ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.

Χορόσ

τεύξει τοίνυν ὧν ἱμείρεις: οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.

ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.

Στρεψιάδησ

δράσω ταῦθ' ὑμῖν πιστεύσας: ἡ γὰρ ἀνάγκη με πιέζει

διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ' ἐπέτριψεν.

νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται

τουτὶ τοὐμὸν σῶμ' αὐτοῖσιν

παρέχω, τύπτειν πεινῆν διψῆν

αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν,

εἴπερ τὰ χρέα διαφευξοῦμαι,

τοῖς τ' ἀνθρώποις εἶναι δόξω

θρασὺς εὔγλωττος τολμηρὸς ἴτησ

βδελυρὸς ψευδῶν συγκολλητὴσ

εὑρησιεπὴς περίτριμμα δικῶν

κύρβις κρόταλον κίναδος τρύμη

μάσθλης εἴρων γλοιὸς ἀλαζὼν

κέντρων μιαρὸς στρόφις ἀργαλέοσ

ματιολοιχός:

ταῦτ' εἴ με καλοῦσ' ἁπαντῶντες,

δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν,

κεἰ βούλονται

νὴ τὴν Δήμητρ' ἔκ μου χορδὴν

τοῖς φροντισταῖς παραθέντων.

Χορόσ

λῆμα μὲν πάρεστι τῷδέ γ'

οὐκ ἄτολμον ἀλλ' ἕτοιμον. ἴσθι δ' ὡσ

ταῦτα μαθὼν παρ' ἐμοῦ κλέος οὐρανόμηκεσ

ἐν βροτοῖσιν ἕξεις.

Στρεψιάδησ

τί πείσομαι;

Χορόσ

τὸν πάντα χρόνον μετ' ἐμοῦ

ζηλωτότατον βίον ἀνθρώπων διάξεις.

Στρεψιάδησ

ἀ=ρά γε τοῦτ' ἄρ' ἐγώ ποτ'

ὄψομαι;

Χορόσ

ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,

βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν

πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,

ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.

Χορόσ

ἀλλ' ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,

καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.