Νεφέλαι
Ἐπεισόδιον
ἰοὺ ἰού.
ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
ὦ μιαρὲ τύπτεις τὸν πατέρα;
φήμ' ὦ πάτερ.
ὁρᾶθ' ὁμολογοῦνθ' ὅτι με τύπτει.
καὶ μάλα.
ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
ἀ=ρ' οἶσθ' ὅτι χαίρω πόλλ' ἀκούων καὶ κακά;
ὦ λακκόπρωκτε.
πάττε πολλοῖς τοῖς ῥόδοις.
τὸν πατέρα τύπτεις;
κἀποφανῶ γε νὴ Δία
ὡς ἐν δίκῃ σ' ἔτυπτον.
ὦ μιαρώτατε,
καὶ πῶς γένοιτ' ἂν πατέρα τύπτειν ἐν δίκῃ;
ἔγωγ' ἀποδείξω καί σε νικήσω λέγων.
τουτὶ σὺ νικήσεις;
πολύ γε καὶ ῥᾳδίως.
ἑλοῦ δ' ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
ποίοιν λόγοιν;
τὸν κρείττον' ἢ τὸν ἥττονα.
ἐδιδαξάμην μέντοι σε νὴ Δί' ὦ μέλε
τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
τὸν πατέρα τύπτεσθ' ἐστὶν ὑπὸ τῶν υἱέων.
ἀλλ' οἴομαι μέντοι σ' ἀναπείσειν, ὥστε γε
οὐδ' αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.