Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Ἐπεισόδιον

Στρεψιάδησ

πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,

εἶθ' ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν

δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,

εὐθὺς μετὰ ταύτην ἔσθ' ἕνη τε καὶ νέα.

πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω,

θείς μοι πρυτανεῖ' ἀπολεῖν μέ φησι κἀξολεῖν,

κἀμοῦ μέτριά τε καὶ δίκαι' αἰτουμένου,

«ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς,

τὸ δ' ἀναβαλοῦ μοι, τὸ δ' ἄφεσ», οὔ φασίν ποτε

οὕτως ἀπολήψεσθ', ἀλλὰ λοιδοροῦσί με

ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.

νῦν οὖν δικαζέσθων: ὀλίγον γάρ μοι μέλει,

εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.

τάχα δ' εἴσομαι κόψας τὸ φροντιστήριον.

παῖ, ἠμί, παῖ παῖ.

Σωκράτησ

Στρεψιάδην ἀσπάζομαι.

Στρεψιάδησ

κἄγωγέ σ': ἀλλὰ τουτονὶ πρῶτον λαβέ:

χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.

καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον

ἐκεῖνον εἴφ' ὃν ἀρτίως εἰσήγαγες.

Σωκράτησ

μεμάθηκεν.

Στρεψιάδησ

εὖ γ' ὦ παμβασίλει' Ἀπαιόλη.

Σωκράτησ

ὥστ' ἀποφύγοις ἂν ἥντιν' ἂν βούλῃ δίκην.

Στρεψιάδησ

κεἰ μάρτυρες παρῆσαν, ὅτ' ἐδανειζόμην;

Σωκράτησ

πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.

Στρεψιάδησ

βοάσομαί τἄρα τὰν ὑπέρτονον

βοάν. ἰὼ κλάετ' ὦ 'βολοστάται

αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων:

οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ' ἔτι,

οἷος ἐμοὶ τρέφεται

τοῖσδ' ἐνὶ δώμασι παῖς,

ἀμφήκει γλώττῃ λάμπων,

πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,

λυσανίας πατρῴων μεγάλων κακῶν:

ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.

Σωκράτησ

ὦ τέκνον ὦ παῖ ἔξελθ' οἴκων,

ἄιε σοῦ πατρός.

ὅδ' ἐκεῖνος ἀνήρ.

Στρεψιάδησ

ὦ φίλος ὦ φίλος.

Σωκράτησ

ἄπιθι συλλαβών.

Στρεψιάδησ

ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.

ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.

νῦν μέν γ' ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸσ

κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον

ἀτεχνῶς ἐπανθεῖ, τὸ «τί λέγεις σύ;» καὶ δοκεῖν

ἀδικοῦντ' ἀδικεῖσθαι καὶ κακουργοῦντ' οἶδ' ὅτι:

ἐπὶ τοῦ προσώπου τ' ἐστὶν Ἀττικὸν βλέπος.

νῦν οὖν ὅπως σώσεις μ', ἐπεὶ κἀπώλεσας.

Φειδιππίδησ

φοβεῖ δὲ δὴ τί;

Στρεψιάδησ

τὴν ἕνην τε καὶ νέαν.

Φειδιππίδησ

ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;

Στρεψιάδησ

εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.

Φειδιππίδησ

ἀπολοῦσ' ἄρ' αὔθ' οἱ θέντες: οὐ γὰρ ἔσθ' ὅπωσ

μί' ἡμέρα γένοιτ' ἂν ἡμέρα δύο.

Στρεψιάδησ

οὐκ ἂν γένοιτο;

Φειδιππίδησ

πῶς γάρ; εἰ μή πέρ γ' ἅμα

αὑτὴ γένοιτ' ἂν γραῦς τε καὶ νέα γυνή.

Στρεψιάδησ

καὶ μὴν νενόμισταί γ'.

Φειδιππίδησ

οὐ γάρ, οἶμαι, τὸν νόμον

ἴσασιν ὀρθῶς ὅ τι νοεῖ.

Στρεψιάδησ

νοεῖ δὲ τί;

Φειδιππίδησ

ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.

Στρεψιάδησ

τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.

Φειδιππίδησ

ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύ' ἡμέρασ

ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν,

ἵν' αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.

Στρεψιάδησ

ἵνα δὴ τί τὴν ἕνην προσέθηχ';

Φειδιππίδησ

ἵν' ὦ μέλε

παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ

πρότερον ἀπαλλάττοινθ' ἑκόντες, εἰ δὲ μή,

ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.

Στρεψιάδησ

πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ

ἁρχαὶ τὰ πρυτανεῖ', ἀλλ' ἕνῃ τε καὶ νέᾳ;

Φειδιππίδησ

ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν:

ὅπως τάχιστα τὰ πρυτανεῖ' ὑφελοίατο,

διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.

Στρεψιάδησ

εὖ γ': ὦ κακοδαίμονες, τί κάθησθ' ἀβέλτεροι,

ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι,

ἀριθμός, πρόβατ' ἄλλως, ἀμφορῆς νενησμένοι;

ὥστ' εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ

ἐπ' εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.

Στρεψιάδησ

«μάκαρ ὦ Στρεψίαδες,

αὐτός τ' ἔφυς ὡς σοφὸσ

χοἶον τὸν υἱὸν τρέφεις,»

φήσουσι δή μ' οἱ φίλοι

χοἰ δημόται

ζηλοῦντες ἡνίκ' ἂν σὺ νικᾷς λέγων τὰς δίκας.

ἀλλ' εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.

Πασίασ

εἶτ' ἄνδρα τῶν αὑτοῦ τι χρὴ προι+έναι;

οὐδέποτέ γ', ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε

ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,

ὅτε τῶν ἐμαυτοῦ γ' ἕνεκα νυνὶ χρημάτων

ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι

ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.

ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ

ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην —

Στρεψιάδησ

τίς οὑτοσί;

Πασίασ

ἐς τὴν ἕνην τε καὶ νέαν.

Στρεψιάδησ

μαρτύρομαι,

ὅτι ἐς δύ' εἶπεν ἡμέρας. τοῦ χρήματος;

Πασίασ

τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενοσ

τὸν ψαρὸν ἵππον.

Στρεψιάδησ

ἵππον; οὐκ ἀκούετε;

ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ' ἱππικήν.

Πασίασ

καὶ νὴ Δί' ἀποδώσειν γ' ἐπώμνυς τοὺς θεούς.

Στρεψιάδησ

μὰ τὸν Δί' οὐ γάρ πω τότ' ἐξηπίστατο

Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.

Πασίασ

νῦν δὲ διὰ τοῦτ' ἔξαρνος εἶναι διανοεῖ;

Στρεψιάδησ

τί γὰρ ἄλλ' ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;

Πασίασ

καὶ ταῦτ' ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺσ

ἵν' ἂν κελεύσω 'γώ σε;

Στρεψιάδησ

τοὺς ποίους θεούς;

Πασίασ

τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.

Στρεψιάδησ

νὴ Δία

κἂν προσκαταθείην γ' ὥστ' ὀμόσαι τριώβολον.

Πασίασ

ἀπόλοιο τοίνυν ἕνεκ' ἀναιδείας ἔτι.

Στρεψιάδησ

ἁλσὶν διασμηχθεὶς ὄναιτ' ἂν οὑτοσί.

Πασίασ

οἴμ' ὡς καταγελᾷς.

Στρεψιάδησ

ἓξ χοᾶς χωρήσεται.

Πασίασ

οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺσ

ἐμοῦ καταπροίξει.

Στρεψιάδησ

θαυμασίως ἥσθην θεοῖς,

καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.

Πασίασ

ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.

ἀλλ' εἴτ' ἀποδώσεις μοι τὰ χρήματ' εἴτε μή,

ἀπόπεμψον ἀποκρινάμενος.

Στρεψιάδησ

ἔχε νυν ἥσυχος.

ἐγὼ γὰρ αὐτίκ' ἀποκρινοῦμαί σοι σαφῶς.

Πασίασ

τί σοι δοκεῖ δράσειν;

Μάρτυσ

ἀποδώσειν μοι δοκεῖ.

Στρεψιάδησ

ποῦ 'σθ' οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε

τουτὶ τί ἔστι;

Πασίασ

τοῦθ' ὅ τι ἐστί; κάρδοπος.

Στρεψιάδησ

ἔπειτ' ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;

οὐκ ἂν ἀποδοίην οὐδ' ἂν ὀβολὸν οὐδενί,

ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.

Πασίασ

οὐκ ἄρ' ἀποδώσεις;

Στρεψιάδησ

οὐχ ὅσον γέ μ' εἰδέναι.

οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖσ

ἀπὸ τῆς θύρας;

Πασίασ

ἄπειμι, καὶ τοῦτ' ἴσθ' ὅτι

θήσω πρυτανεῖ' ἢ μηκέτι ζῴην ἐγώ.

Στρεψιάδησ

καὶ προσαπολεῖς ἄρ' αὐτὰ πρὸς ταῖς δώδεκα.

καίτοι σε τοῦτό γ' οὐχὶ βούλομαι παθεῖν,

ὁτιὴ 'κάλεσας εὐηθικῶς τὴν κάρδοπον.

Αμυνίασ

ἰώ μοί μοι.

Στρεψιάδησ

ἔα.

τίς οὑτοσί ποτ' ἔσθ' ὁ θρηνῶν; οὔτι που

τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;

Αμυνίασ

τί δ' ὅστις εἰμὶ τοῦτο βούλεσθ' εἰδέναι;

ἀνὴρ κακοδαίμων.

Στρεψιάδησ

κατὰ σεαυτόν νυν τρέπου.

Αμυνίασ

ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγεσ

ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μ' ἀπώλεσας.

Στρεψιάδησ

τί δαί σε Τληπόλεμός ποτ' εἴργασται κακόν;

Αμυνίασ

μὴ σκῶπτέ μ' ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα

τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,

ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.

Στρεψιάδησ

τὰ ποῖα ταῦτα χρήμαθ';

Αμυνίασ

ἁδανείσατο.

Στρεψιάδησ

κακῶς ἄρ' ὄντως εἶχες, ὥς γ' ἐμοὶ δοκεῖς.

Αμυνίασ

ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.

Στρεψιάδησ

τί δῆτα ληρεῖς ὥσπερ ἀπ' ὄνου καταπεσών;

Αμυνίασ

ληρῶ, τὰ χρήματ' ἀπολαβεῖν εἰ βούλομαι;

Στρεψιάδησ

οὐκ ἔσθ' ὅπως σύ γ' αὐτὸς ὑγιαίνεις.

Αμυνίασ

τί δαί;

Στρεψιάδησ

τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.

Αμυνίασ

σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,

εἰ μὴ 'ποδώσεις τἀργύριον.

Στρεψιάδησ

κάτειπέ νυν,

πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία

ὕειν ὕδωρ ἑκάστοτ', ἢ τὸν ἥλιον

ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ' ὕδωρ πάλιν;

Αμυνίασ

οὐκ οἶδ' ἔγωγ' ὁπότερον, οὐδέ μοι μέλει.

Στρεψιάδησ

πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,

εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;

Αμυνίασ

ἀλλ' εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον

ἀπόδοτε:

Στρεψιάδησ

τοῦτο δ' ἔσθ' ὁ τόκος τί θηρίον;

Αμυνίασ

τί δ' ἄλλο γ' ἢ κατὰ μῆνα καὶ καθ' ἡμέραν

πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται

ὑπορρέοντος τοῦ χρόνου;

Στρεψιάδησ

καλῶς λέγεις.

τί δῆτα; τὴν θάλατταν ἔσθ' ὅτι πλείονα

νυνὶ νομίζεις ἢ πρὸ τοῦ;

Αμυνίασ

μὰ Δί' ἀλλ' ἴσην.

οὐ γὰρ δίκαιον πλείον' εἶναι.

Στρεψιάδησ

κᾆτα πῶσ

αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται

ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ

ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;

οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;

φέρε μοι τὸ κέντρον.

Αμυνίασ

ταῦτ' ἐγὼ μαρτύρομαι.

Στρεψιάδησ

ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα;

Αμυνίασ

ταῦτ' οὐχ ὕβρις δῆτ' ἐστίν;

Στρεψιάδησ

ᾄξεις; ἐπιαλῶ

κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.

φεύγεις; ἔμελλόν σ' ἀ=ρα κινήσειν ἐγὼ

αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.