Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Ἐπεισόδιον

Σωκράτησ

ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,

ἵν' αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰσ

ἤδη 'πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.

Στρεψιάδησ

τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;

Σωκράτησ

οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.

ἦ μνημονικὸς εἶ;

Στρεψιάδησ

δύο τρόπω νὴ τὸν Δία:

ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ:

ἐὰν δ' ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.

Σωκράτησ

ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;

Στρεψιάδησ

λέγειν μὲν οὐκ ἔνεστ', ἀποστερεῖν δ' ἔνι.

Σωκράτησ

πῶς οὖν δυνήσει μανθάνειν;

Στρεψιάδησ

ἀμέλει καλῶς.

Σωκράτησ

ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν

περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.

Στρεψιάδησ

τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;

Σωκράτησ

ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.

δέδοικά σ' ὦ πρεσβῦτα μὴ πληγῶν δέει.

φέρ' ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;

Στρεψιάδησ

τύπτομαι,

ἔπειτ' ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,

εἶτ' αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.

Σωκράτησ

ἴθι νυν κατάθου θοἰμάτιον.

Στρεψιάδησ

ἠδίκηκά τι,

Σωκράτησ

οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.

Στρεψιάδησ

ἀλλ' οὐχὶ φωράσων ἔγωγ' εἰσέρχομαι.

Σωκράτησ

κατάθου. τί ληρεῖς;

Στρεψιάδησ

εἰπὲ δή νύν μοι:

Σωκράτησ

τὸ τί;

Στρεψιάδησ

ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,

τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;

Σωκράτησ

οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.

Στρεψιάδησ

οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.

Σωκράτησ

οὐ μὴ λαλήσεις, ἀλλ' ἀκολουθήσεις ἐμοὶ

ἀνύσας τι δευρὶ θᾶττον;

Στρεψιάδησ

ἐς τὼ χεῖρέ νυν

δός μοι μελιτοῦτταν πρότερον: ὡς δέδοικ' ἐγὼ

εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.

Σωκράτησ

χώρει: τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.