Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Ἀγών

Δίκαιος Λόγοσ

χώρει δευρί, δεῖξον σαυτὸν

τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.

*)/αδικος Λόγοσ

ἴθ' ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν 'σ

ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.

Δίκαιος Λόγοσ

ἀπολεῖς σύ; τίς ὤν;

*)/αδικος Λόγοσ

λόγος.

Δίκαιος Λόγοσ

ἥττων

γ' ὤν.

*)/αδικος Λόγοσ

ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω

φάσκοντ' εἶναι.

Δίκαιος Λόγοσ

τί σοφὸν ποιῶν;

*)/αδικος Λόγοσ

γνώμας καινὰς ἐξευρίσκων.

Δίκαιος Λόγοσ

ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ

τοὺς ἀνοήτους.

*)/αδικος Λόγοσ

οὔκ, ἀλλὰ σοφούς.

Δίκαιος Λόγοσ

ἀπολῶ σε κακῶς.

*)/αδικος Λόγοσ

εἰπὲ τί ποιῶν;

Δίκαιος Λόγοσ

τὰ δίκαια λέγων.

*)/αδικος Λόγοσ

ἀλλ' ἀνατρέψω γ' αὔτ' ἀντιλέγων:

οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.

Δίκαιος Λόγοσ

οὐκ εἶναι φῄς;

*)/αδικος Λόγοσ

φέρε γὰρ ποῦ 'στιν;

Δίκαιος Λόγοσ

παρὰ τοῖσι θεοῖς.

*)/αδικος Λόγοσ

πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺσ

οὐκ ἀπόλωλεν τὸν πατέρ' αὑτοῦ

δήσας;

Δίκαιος Λόγοσ

αἰβοῖ τουτὶ καὶ δὴ

χωρεῖ τὸ κακόν: δότε μοι λεκάνην.

*)/αδικος Λόγοσ

τυφογέρων εἶ κἀνάρμοστος.

Δίκαιος Λόγοσ

καταπύγων εἶ κἀναίσχυντος.

*)/αδικος Λόγοσ

ῥόδα μ' εἴρηκας.

Δίκαιος Λόγοσ

καὶ βωμολόχος.

*)/αδικος Λόγοσ

κρίνεσι στεφανοῖς.

Δίκαιος Λόγοσ

καὶ πατραλοίας.

*)/αδικος Λόγοσ

χρυσῷ πάττων μ' οὐ γιγνώσκεις.

Δίκαιος Λόγοσ

οὐ δῆτα πρὸ τοῦ γ', ἀλλὰ μολύβδῳ.

*)/αδικος Λόγοσ

νῦν δέ γε κόσμος τοῦτ' ἐστὶν ἐμοί.

Δίκαιος Λόγοσ

θρασὺς εἶ πολλοῦ.

*)/αδικος Λόγοσ

σὺ δέ γ' ἀρχαῖος.

Δίκαιος Λόγοσ

διὰ σὲ δὲ φοιτᾶν

οὐδεὶς ἐθέλει τῶν μειρακίων:

καὶ γνωσθήσει ποτ' Ἀθηναίοισ

οἶα διδάσκεις τοὺς ἀνοήτους.

*)/αδικος Λόγοσ

αὐχμεῖς αἰσχρῶς.

Δίκαιος Λόγοσ

σὺ δέ γ' εὖ πράττεις.

καίτοι πρότερόν γ' ἐπτώχευες,

Τήλεφος εἶναι Μυσὸς φάσκων,

ἐκ πηριδίου

γνώμας τρώγων Πανδελετείους.

*)/αδικος Λόγοσ

ὤμοι σοφίας —

Δίκαιος Λόγοσ

ὤμοι μανίας —

*)/αδικος Λόγοσ

ἧς ἐμνήσθης —

Δίκαιος Λόγοσ

τῆς σῆς, πόλεώς θ' ἥτις σε τρέφει

λυμαινόμενον τοῖς μειρακίοις.

*)/αδικος Λόγοσ

οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.

Δίκαιος Λόγοσ

εἴπερ γ' αὐτὸν σωθῆναι χρὴ

καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.

*)/αδικος Λόγοσ

δεῦρ' ἴθι, τοῦτον δ' ἔα μαίνεσθαι.

Δίκαιος Λόγοσ

κλαύσει, τὴν χεῖρ' ἢν ἐπιβάλλῃς.

Χορόσ

παύσασθε μάχης καὶ λοιδορίας.

ἀλλ' ἐπίδειξαι σύ τε τοὺς προτέρουσ

ἅττ' ἐδίδασκες, σύ τε τὴν καινὴν

παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν

ἀντιλεγόντοιν κρίνας φοιτᾷ.

Δίκαιος Λόγοσ

δρᾶν ταῦτ' ἐθέλω.

*)/αδικος Λόγοσ

κἄγωγ' ἐθέλω.

Χορόσ

φέρε δὴ πότερος λέξει πρότερος;

*)/αδικος Λόγοσ

τούτῳ δώσω:

κᾆτ' ἐκ τούτων ὧν ἂν λέξῃ

ῥηματίοισιν καινοῖς αὐτὸν

καὶ διανοίαις κατατοξεύσω.

τὸ τελευταῖον δ', ἢν ἀναγρύζῃ,

τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ

κεντούμενος ὥσπερ ὑπ' ἀνθρηνῶν

ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.

Χορόσ

νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι

λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,

ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.

νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,

ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.

Χορόσ

ἀλλ' ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,

ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.

Δίκαιος Λόγοσ

λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,

ὅτ' ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη 'νενόμιστο.

πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι:

εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ

τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.

εἶτ' αὖ προμαθεῖν ᾆσμ' ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,

ἢ «Παλλάδα περσέπολιν δεινὰν» ἢ «τηλέπορόν τι βόαμα,»

ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.

εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ' ἢ κάμψειέν τινα καμπήν,

οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,

ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.

ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι

τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές:

εἶτ' αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι

εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.

ἠλείψατο δ' ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ' ἄν, ὥστε

τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει:

οὐδ' ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν

αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν,

οὐδ' ἀνελέσθαι δειπνοῦντ' ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος,

οὐδ' ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,

οὐδ' ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ' ἴσχειν τὼ πόδ' ἐναλλάξ.

*)/αδικος Λόγοσ

ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα

καὶ Κηκείδου καὶ Βουφονίων.

Δίκαιος Λόγοσ

ἀλλ' οὖν ταῦτ' ἐστὶν ἐκεῖνα,

ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.

σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι:

ὥστε μ' ἀπάγχεσθ', ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺσ

τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας.

πρὸς ταῦτ' ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ:

κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,

καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι:

καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,

καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν

αἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμ' ἀναπλάττειν:

μηδ' εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼσ

μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς:

μηδ' ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδ' *)ιαπετὸν καλέσαντα

μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.

*)/αδικος Λόγοσ

εἰ ταῦτ' ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον

τοῖς *(ιπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.

Δίκαιος Λόγοσ

ἀλλ' οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,

οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ' οἷάπερ οἱ νῦν,

οὐδ' ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου:

ἀλλ' εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει

στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,

μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,

ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.

Δίκαιος Λόγοσ

ἢν ταῦτα ποιῇς ἁγὼ φράζω,

καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν,

ἕξεις ἀεὶ

στῆθος λιπαρόν, χροιὰν λαμπράν,

ὤμους μεγάλους, γλῶτταν βαιάν,

πυγὴν μεγάλην, πόσθην μικράν.

ἢν δ' ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,

πρῶτα μὲν ἕξεισ

χροιὰν ὠχράν, ὤμους μικρούς,

στῆθος λεπτόν, γλῶτταν μεγάλην,

πυγὴν μικράν, κωλῆν μεγάλην,

ψήφισμα μακρόν, καὶ σ' ἀναπείσει

τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι,

τὸ καλὸν δ' αἰσχρόν:

καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου

καταπυγοσύνης ἀναπλήσει.

Χορόσ

ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,

ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.

†εὐδαίμονες δ' ἦσαν ἄρ' οἱ ζῶντες τότ' ἐπὶ

τῶν προτέρων†: πρὸς τάδε σ' ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,

δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.

Χορόσ

δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,

εἴπερ τὸν ἄνδρ' ὑπερβαλεῖ καὶ μὴ γέλωτ' ὀφλήσεις.

*)/αδικος Λόγοσ

καὶ μὴν πάλαι γ' ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν

ἅπαντα ταῦτ' ἐναντίαις γνώμαισι συνταράξαι.

ἐγὼ γὰρ ἥττων μὲν λόγος δι' αὐτὸ τοῦτ' ἐκλήθην

ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα

τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί' ἀντιλέξαι.

καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ' ἄξιον στατήρων,

αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.

σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,

ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.

καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;

Δίκαιος Λόγοσ

ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.

*)/αδικος Λόγοσ

ἐπίσχες: εὐθὺς γάρ σ' ἔχω μέσον λαβὼν ἄφυκτον.

καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίν' ἄνδρ' ἄριστον

ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.

Δίκαιος Λόγοσ

ἐγὼ μὲν οὐδέν' Ἡρακλέους βελτίον' ἄνδρα κρίνω.

*)/αδικος Λόγοσ

ποῦ ψυχρὰ δῆτα πώποτ' εἶδες Ἡράκλεια λουτρά;

καίτοι τίς ἀνδρειότερος ἦν;

Δίκαιος Λόγοσ

ταῦτ' ἐστὶ ταῦτ' ἐκεῖνα,

ἃ τῶν νεανίσκων ἀεὶ δι' ἡμέρας λαλούντων

πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.

*)/αδικος Λόγοσ

εἶτ' ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις: ἐγὼ δ' ἐπαινῶ.

εἰ γὰρ πονηρὸν ἦν, *(/ομηρος οὐδέποτ' ἂν ἐποίει

τὸν Νέστορ' ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.

ἄνειμι δῆτ' ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν

οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.

καὶ σωφρονεῖν αὖ φησι χρῆναι: δύο κακὼ μεγίστω.

ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ' εἶδες ἤδη

ἀγαθάν τι γενόμενον, φράσον, καί μ' ἐξέλεγξον εἰπών.

Δίκαιος Λόγοσ

πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.

*)/αδικος Λόγοσ

μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.

Ὑπέρβολος δ' οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ

εἴληφε διὰ πονηρίαν, ἀλλ' οὐ μὰ Δί' οὐ μάχαιραν.

Δίκαιος Λόγοσ

καὶ τὴν Θέτιν γ' ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.

*)/αδικος Λόγοσ

κᾆτ' ἀπολιποῦσά γ' αὐτὸν ᾤχετ': οὐ γὰρ ἦν ὑβριστὴσ

οὐδ' ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν:

γυνὴ δὲ σιναμωρουμένη χαίρει: σὺ δ' εἶ Κρόνιππος.

σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα

ἅνεστιν, ἡδονῶν θ' ὅσων μέλλεις ἀποστερεῖσθαι,

παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν.

καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;

εἶεν. πάρειμ' ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας.

ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ' ἐλήφθης:

ἀπόλωλας: ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ' ὁμιλῶν

χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.

μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ' ἀντερεῖς πρὸς αὐτόν,

ὡς οὐδὲν ἠδίκηκας: εἶτ' ἐς τὸν Δί' ἐπανενεγκεῖν,

κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν:

καίτοι σὺ θνητὸς ὣν θεοῦ πῶς μεῖζον ἂν δύναιο;

Δίκαιος Λόγοσ

τί δ' ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ,

ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;

*)/αδικος Λόγοσ

ἢν δ' εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;

Δίκαιος Λόγοσ

τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;

*)/αδικος Λόγοσ

τί δῆτ' ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;

Δίκαιος Λόγοσ

σιγήσομαι. τί δ' ἄλλο;

*)/αδικος Λόγοσ

φέρε δή μοι φράσον:

συνηγοροῦσιν ἐκ τίνων;

Δίκαιος Λόγοσ

ἐξ εὐρυπρώκτων.

*)/αδικος Λόγοσ

πείθομαι.

τί δαί; τραγῳδοῦσ' ἐκ τίνων;

Δίκαιος Λόγοσ

ἐξ εὐρυπρώκτων.

*)/αδικος Λόγοσ

εὖ λέγεις.

δημηγοροῦσι δ' ἐκ τίνων;

Δίκαιος Λόγοσ

ἐξ εὐρυπρώκτων.

*)/αδικος Λόγοσ

ἀ=ρα δῆτ'

ἔγνωκας ὡς οὐδὲν λέγεις;

καὶ τῶν θεατῶν ὁπότεροι

πλείους σκόπει.

Δίκαιος Λόγοσ

καὶ δὴ σκοπῶ.

*)/αδικος Λόγοσ

τί δῆθ' ὁρᾷς;

Δίκαιος Λόγοσ

πολὺ πλείονας νὴ τοὺς θεοὺσ

τοὺς εὐρυπρώκτους: τουτονὶ

γοῦν οἶδ' ἐγὼ κἀκεινονὶ

καὶ τὸν κομήτην τουτονί.

*)/αδικος Λόγοσ

τί δῆτ' ἐρεῖς;

Δίκαιος Λόγοσ

ἡττήμεθ': ὦ κινούμενοι

πρὸς τῶν θεῶν δέξασθέ μου

θοἰμάτιον, ὡσ

ἐξαυτομολῶ πρὸς ὑμᾶς.

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.