Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Παράβασις

Χορόσ

ἀλλ' ἴθι χαίρων τῆς ἀνδρείασ

οὕνεκα ταύτης.

εὐτυχία γένοιτο τἀνθρώπῳ,

ὅτι προήκων

ἐς βαθὺ τῆς ἡλικίασ

νεωτέροις τὴν φύσιν αὑτοῦ

πράγμασιν χρωτίζεται

καὶ σοφίαν ἐπασκεῖ.

Χορόσ

ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρωσ

τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.

οὕτω νικήσαιμί τ' ἐγὼ καὶ νομιζοίμην σοφός,

ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺσ

καὶ ταύτην σοφώτατ' ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,

πρώτους ἠξίωσ' ἀναγεῦσ' ὑμᾶς, ἣ παρέσχε μοι

ἔργον πλεῖστον: εἶτ' ἀνεχώρουν ὑπ' ἀνδρῶν φορτικῶν

ἡττηθεὶς οὐκ ἄξιος ὤν: ταῦτ' οὖν ὑμῖν μέμφομαι

τοῖς σοφοῖς, ὧν οὕνεκ' ἐγὼ ταῦτ' ἐπραγματευόμην.

ἀλλ' οὐδ' ὡ\ς ὑμῶν ποθ' ἑκὼν προδώσω τοὺς δεξιούς.

ἐξ ὅτου γὰρ ἐνθάδ' ὑπ' ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,

ὁ σώφρων τε χὠ καταπύγων ἄριστ' ἠκουσάτην,

κἀγώ, παρθένος γὰρ ἔτ' ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,

ἐξέθηκα, παῖς δ' ἑτέρα τις λαβοῦσ' ἀνείλετο,

ὑμεῖς δ' ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε:

ἐκ τούτου μοι πιστὰ παρ' ὑμῖν γνώμης ἔσθ' ὅρκια.

νῦν οὖν Ἠλέκτραν κατ' ἐκείνην ἥδ' ἡ κωμῳδία

ζητοῦσ' ἦλθ', ἤν που 'πιτύχῃ θεαταῖς οὕτω σοφοῖς:

γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.

ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ': ἥτις πρῶτα μὲν

οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον

ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵν' ᾖ γέλως:

οὐδ' ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχ' εἵλκυσεν,

οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ

τύπτει τὸν παρόντ' ἀφανίζων πονηρὰ σκώμματα,

οὐδ' εἰσῇξε δᾷδας ἔχουσ', οὐδ' ἰοὺ ἰοὺ βοᾷ,

ἀλλ' αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ' ἐλήλυθεν.

κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὣν ποιητὴς οὐ κομῶ,

οὐδ' ὑμᾶς ζητῶ 'ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ' εἰσάγων,

ἀλλ' ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,

οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς:

ὃς μέγιστον ὄντα Κλέων' ἔπαισ' ἐς τὴν γαστέρα,

κοὐκ ἐτόλμησ' αὖθις ἐπεμπηδῆσ' αὐτῷ κειμένῳ.

οὗτοι δ', ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,

τοῦτον δείλαιον κολετρῶσ' ἀεὶ καὶ τὴν μητέρα.

Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν

ἐκστρέψας τοὺς ἡμετέρους *(ιππέας κακὸς κακῶς,

προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ', ἣν

Φρύνιχος πάλαι πεποίηχ', ἣν τὸ κῆτος ἤσθιεν.

εἶθ' *(/ερμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,

ἄλλοι τ' ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,

τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω:

ἢν δ' ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ' εὑρήμασιν,

ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.

Χορόσ

ὑψιμέδοντα μὲν θεῶν

Ζῆνα τύραννον ἐς χορὸν

πρῶτα μέγαν κικλήσκω:

τόν τε μεγασθενῆ τριαίνης ταμίαν,

γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν:

καὶ μεγαλώνυμον ἡμέτερον πατέρ'

Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων:

τόν θ' ἱππονώμαν, ὃς ὑπερλάμπροισ

ἀκτῖσιν κατέχει

γῆς πέδον μέγας ἐν θεοῖσ

ἐν θνητοῖσί τε δαίμων.

Χορόσ

ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.

ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ' ἐναντίον:

πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,

δαιμόνων ἡμῖν μόναις οὐ θύετ' οὐδὲ σπένδετε,

αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδοσ

μηδενὶ ξὺν νῷ, τότ' ἢ βροντῶμεν ἢ ψακάζομεν.

εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα

ἡνίχ' ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν

κἀποιοῦμεν δεινά, βροντὴ δ' ἐρράγη δι' ἀστραπῆς:

ἡ σελήνη δ' ἐξέλειπε τὰς ὁδούς, ὁ δ' ἥλιοσ

τὴν θρυαλλίδ' εἰς ἑαυτὸν εὐθέως ξυνελκύσασ

οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.

ἀλλ' ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν

τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺσ

ἅττ' ἂν ὑμεῖς ἐξαμάρτητ' ἐπὶ τὸ βέλτιον τρέπειν.

ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν:

ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆσ

εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,

αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,

ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.

Χορόσ

ἀμφί μοι αὖτε Φοῖβ' ἄναξ

Δήλιε Κυνθίαν ἔχων

ὑψικέρατα πέτραν,

ἥ τ' Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεισ

οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν,

ἥ τ' ἐπιχώριος ἡμετέρα θεὸσ

αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα,

Παρνασσίαν θ' ὃς κατέχων

πέτραν σὺν πεύκαις σελαγεῖ

Βάκχαις Δελφίσιν ἐμπρέπων,

κωμαστὴς Διόνυσος.

Χορόσ

ἡνίχ' ἡμεῖς δεῦρ' ἀφορμᾶσθαι παρεσκευάσμεθα,

ἡ σελήνη συντυχοῦσ' ἡμῖν ἐπέστειλεν φράσαι,

πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις:

εἶτα θυμαίνειν ἔφασκε: δεινὰ γὰρ πεπονθέναι

ὠφελοῦσ' ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ' ἐμφανῶς.

πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδ' οὐκ ἔλαττον ἢ δραχμήν,

ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,

«μὴ πρίῃ παῖ δᾷδ', ἐπειδὴ φῶς σεληναίας καλόν.»

ἄλλα τ' εὖ δρᾶν φησιν, ὑμᾶς δ' οὐκ ἄγειν τὰς ἡμέρασ

οὐδὲν ὀρθῶς, ἀλλ' ἄνω τε καὶ κάτω κυδοιδοπᾶν:

ὥστ' ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε

ἡνίκ' ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,

τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.

κᾆθ' ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε:

πολλάκις δ' ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,

ἡνίκ' ἂν πενθῶμεν ἢ τὸν Μέμνον' ἢ Σαρπηδόνα,

σπένδεθ' ὑμεῖς καὶ γελᾶτ': ἀνθ' ὧν λαχὼν Ὑπέρβολοσ

τῆτες ἱερομνημονεῖν, κἄπειθ' ὑφ' ἡμῶν τῶν θεῶν

τὸν στέφανον ἀφῃρέθη: μᾶλλον γὰρ οὕτως εἴσεται

κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.