Νεφέλαι
Prologue lines 1-261a Parados lines 261b-355 Choral 1 lines 356-477 Episode 1 lines 478-509 Parabasis 1 lines 510-626 Lyric Scene 1 lines 627-888 Agon 1 lines 889-1104 Episode 2 lines 1105-1112 Parabasis 2 lines 1113-1130 Lyric Scene 2 lines 1131-1302 Choral 2 lines 1303-1320 Episode 3 lines 1321-1344 Agon 2 lines 1345-1451 Episode 4 lines 1452-1509 Exodus line 1510
F.W. Hall and W.M. Geldart, Ed.
Ἀριστοφάνης

Νεφέλαι

Ἀγών

Χορόσ

σὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃ

τὸν ἄνδρα κρατήσεις,

ὡς οὗτος, εἰ μή τῳ 'πεποίθειν, οὐκ ἂν ἦν

οὕτως ἀκόλαστος.

ἀλλ' ἔσθ' ὅτῳ θρασύνεται: δῆλόν γε τἀνθρώπου

'στὶ τὸ λῆμα.

Χορόσ

ἀλλ' ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ' ἡ μάχη γενέσθαι,

ἤδη λέγειν χρὴ πρὸς χορόν: πάντως δὲ τοῦτο δράσεις.

Στρεψιάδησ

καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι

ἐγὼ φράσω: 'πειδὴ γὰρ εἱστιώμεθ', ὥσπερ ἴστε,

πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ' ἐγὼ 'κέλευσα

ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη.

ὁ δ' εὐθέως ἀρχαῖον εἶν' ἔφασκε τὸ κιθαρίζειν

ᾄδειν τε πίνονθ' ὡσπερεὶ κάχρυς γυναῖκ' ἀλοῦσαν.

Φειδιππίδησ

οὐ γὰρ τότ' εὐθὺς χρῆν σ' ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι,

ᾄδειν κελεύονθ' ὡσπερεὶ τέττιγας ἑστιῶντα;

Στρεψιάδησ

τοιαῦτα μέντοι καὶ τότ' ἔλεγεν ἔνδον οἷάπερ νῦν,

καὶ τὸν Σιμωνίδην ἔφασκ' εἶναι κακὸν ποιητήν.

κἀγὼ μόλις μὲν ἀλλ' ὅμως ἠνεσχόμην τὸ πρῶτον:

ἔπειτα δ' ἐκέλευσ' αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα

τῶν Αἰσχύλου λέξαι τί μοι: κᾆθ' οὗτος εὐθὺς εἶπεν:

«ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς,

ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν;»

κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;

ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, «σὺ δ' ἀλλὰ τούτων

λέξον τι τῶν νεωτέρων, ἅττ' ἐστὶ τὰ σοφὰ ταῦτα.»

ὁ δ' εὐθὺς ᾖσ' Εὐριπίδου ῥῆσίν τιν', ὡς ἐκίνει

ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.

κἀγὼ οὐκέτ' ἐξηνεσχόμην, ἀλλ' εὐθέως ἀράττω

πολλοῖς κακοῖς καἰσχροῖσι: κᾆτ' ἐντεῦθεν, οἷον εἰκός,

ἔπος πρὸς ἔπος ἠρειδόμεσθ': εἶθ' οὗτος ἐπαναπηδᾶ,

κἄπειτ' ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.

Φειδιππίδησ

οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖσ

σοφώτατον;

Στρεψιάδησ

σοφώτατόν γ' ἐκεῖνον:ὦ — τί σ' εἴπω;

ἀλλ' αὖθις αὖ τυπτήσομαι.

Φειδιππίδησ

νὴ τὸν Δί' ἐν δίκῃ γ' ἄν.

Στρεψιάδησ

καὶ πῶς δικαίως; ὅστις ὦ 'ναίσχυντέ σ' ἐξέθρεψα,

αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.

εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον:

μαμμᾶν δ' ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον:

κακκᾶν δ' ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε

ἐξέφερον ἂν καὶ προὐσχόμην σε: σὺ δ' ἐμὲ νῦν ἀπάγχων

Στρεψιάδησ

βοῶντα καὶ κεκραγόθ' ὅτι

χεζητιῴην, οὐκ ἔτλησ

ἔξω 'ξενεγκεῖν ὦ μιαρὲ

θύραζέ μ', ἀλλὰ πνιγόμενοσ

αὐτοῦ 'ποίησα κακκᾶν.

Χορόσ

οἶμαί γε τῶν νεωτέρων τὰς καρδίασ

πηδᾶν ὅ τι λέξει.

εἰ γὰρ τοιαῦτά γ' οὗτος ἐξειργασμένοσ

λαλῶν ἀναπείσει,

τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν

ἀλλ' οὐδ' ἐρεβίνθου.

Χορόσ

σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ

πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.

Φειδιππίδησ

ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν,

καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.

ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,

οὐδ' ἂν τρί' εἰπεῖν ῥήμαθ' οἷός τ' ἦν πρὶν ἐξαμαρτεῖν:

νυνὶ δ' ἐπειδή μ' οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,

γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,

οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.

Στρεψιάδησ

ἵππευε τοίνυν νὴ Δί', ὡς ἔμοιγε κρεῖττόν ἐστιν

ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.

Φειδιππίδησ

ἐκεῖσε δ' ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,

καὶ πρῶτ' ἐρήσομαί σε τουτί: παῖδά μ' ὄντ' ἔτυπτες;

Στρεψιάδησ

ἔγωγέ σ' εὐνοῶν τε καὶ κηδόμενος.

Φειδιππίδησ

εἰπὲ δή μοι,

οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίωσ

τύπτειν τ', ἐπειδήπερ γε τοῦτ' ἐστ' εὐνοεῖν τὸ τύπτειν;

πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,

τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.

κλάουσι παῖδες, πατέρα δ' οὐ κλάειν δοκεῖς;

φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι:

ἐγὼ δέ γ' ἀντείποιμ' ἂν ὡς δὶς παῖδες οἱ γέροντες:

εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,

ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.

Στρεψιάδησ

ἀλλ' οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.

Φειδιππίδησ

οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον

ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;

ἧττόν τι δῆτ' ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν

θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;

ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,

ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.

σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,

ὡς τοὺς πατέρας ἀμύνεται: καίτοι τί διαφέρουσιν

ἡμῶν ἐκεῖνοι, πλήν γ' ὅτι ψηφίσματ' οὐ γράφουσιν;

Στρεψιάδησ

τί δῆτ', ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,

οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;

Φειδιππίδησ

οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδ' ἂν Σωκράτει δοκοίη.

Στρεψιάδησ

πρὸς ταῦτα μὴ τύπτ': εἰ δὲ μή, σαυτόν ποτ' αἰτιάσει.

Φειδιππίδησ

καὶ πῶς;

Στρεψιάδησ

ἐπεὶ σὲ μὲν δίκαιός εἰμ' ἐγὼ κολάζειν,

σὺ δ', ἢν γένηταί σοι, τὸν υἱόν.

Φειδιππίδησ

ἢν δὲ μὴ γένηται,

μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ' ἐγχανὼν τεθνήξεις.

Στρεψιάδησ

ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια:

κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.

κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ', ἢν μὴ δίκαια δρῶμεν.

Φειδιππίδησ

σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.

Στρεψιάδησ

ἀπὸ γὰρ

Φειδιππίδησ

καὶ μὴν ἴσως γ' οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.

Στρεψιάδησ

πῶς δή; δίδαξον γὰρ τί μ' ἐκ τούτων ἐπωφελήσεις.

Φειδιππίδησ

τὴν μητέρ' ὥσπερ καὶ σὲ τυπτήσω.

Στρεψιάδησ

τί φῄς, τί φῂς σύ;

τοῦθ' ἕτερον αὖ μεῖζον κακόν.

Φειδιππίδησ

τί δ' ἢν ἔχων τὸν ἥττω

Φειδιππίδησ

λόγον σε νικήσω λέγων

τὴν μητέρ' ὡς τύπτειν χρεών;

Στρεψιάδησ

τί δ' ἄλλο γ' ἢν ταυτὶ ποιῇς,

οὐδέν σε κωλύσει σεαυτὸν

ἐμβαλεῖν ἐς τὸ βάραθρον

μετὰ Σωκράτουσ

καὶ τὸν λόγον τὸν ἥττω.

Source:

Aristophanes. Aristophanes Comoediae, ed. F.W. Hall and W.M. Geldart, vol. 2. F.W. Hall and W.M. Geldart. Oxford. Clarendon Press, Oxford. 1907.